museum-digitaldeutschland

Close

Search museums

Close

Search collections

Ägyptisches Museum und Papyrussammlung Papyrussammlung [P 16203]

Kaufvertrag über einen Hausteil

http://www.smb-digital.de/eMuseumPlus?service=ImageAsset&module=collection&objectId=1518074&resolution=superImageResolution#5436757 (Ägyptisches Museum und Papyrussammlung, Staatliche Museen zu Berlin CC BY-NC-SA)
Provenance/Rights: Ägyptisches Museum und Papyrussammlung, Staatliche Museen zu Berlin / Fotograf unbekannt (CC BY-NC-SA)

Description

Aurelios Johannes, Sohn des Georgios, verkauft seinem Bruder Viktor ein (wahrscheinlich geerbtes) Speisezimmer mit Einrichtung sowie eine Dachterasse für 3 Solidi abzüglich 3 Keratien. Nach den Unterschriften des Verkäufers, der Zeugen (Petros, Kalo..., Serenos, Isakios u.a.) und des Notars folgt noch als selbständiger Text der Anfang der Empfangsbestätigung über den Kaufpreis.

Nach BerlPap: http://berlpap.smb.museum/04082/

Material/Technique

Papyrus (Material); einseitig, beschriftet (Technik)

Measurements

Höhe x Breite: 87,9 x 35,6 cm (lt. BerlPap)

Transcript

Original: Ancient Greek

VII spc Hermupolis
λείπεσθαί μοι ἐκ τοῦ αὐτοῦ ἀριστητηρίου καὶ ἐκ τοῦ προειρημένου δώματος μέχρι ἄκρου δακτύλου ἢ βήματος ἢ ποδός, ἀλλʼ ἅπαν δίκαιον κα ξόν μοι ἐξ αὐτοῦ στέλλεσθαί σοι καὶ τοῖς σοῖς κληρονόμοις καὶ διαδόχοις καὶ διακατόχοις ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης τελείας τε καὶ ἀξίας τοῦ προειρημένου ὁλοκλήρου ἀριστητηρίουἀριστηρίου μετὰ τοῦ ἐπάνω αὐτο ὁλοκλήρου δώματος μετὰ παντὸς αὐτοῦαυτ τοῦ δικαίου ὡς εἴρηται χρυσοῦ νομίσματα τρία εὔσταθμα παρὰ κεράτια τρία, γίνεται χρυσοῦ νομίσματα γ εὔσταθμα παρὰ κεράτια γ, ἅπερ τὰ προειρημένα χρυσοῦ νομίσματα τρία εὔσταθμα παρὰ κεράτια τρία αὐτόθεν ἀπέσχον ἐγὼ ἀποδόμενος Ἰωάννηςϊωαννης παρὰ σοῦ τοῦ ὠνουμένου Βίκτορος ἀπὸ χειρός σου εἰς χεῖράς μου ἐκ πλήρους ἐπὶ τῶν ἑξῆς ὑπογραφόντωνϋπο- μαρτύρων τῶν κατὰ παρά κλησιν ἐμὴν καὶ αἴτησιν καὶ ἀξίωσιν καθυπογραψάντωνκαθϋπο- εἰς ταύτην α τὴν πρᾶσιν θεασαμένων καὶ μαρτυρησάντων τῇ αὐτῇ καταβολῇ τούτων τῶν νομισμάτων τοῦ αὐτοῦ ὁλοκλήρου ἀριστητηρίου καὶ τοῦ εἰρημένου ἐπάνω αὐτοῦ ὁλοκλήρου δώματος κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν καὶ χρῆσθαι καὶ οἰκονομεῖν καὶ διοικεῖν καὶ ἐκμισθοῦν καὶ μεταμισθοῦν καὶ κτίζειν καὶ ἐπικτίζειν καὶ πωλεῖν καὶ ὑποθέσθαι καὶ χαρίσασθαι καὶ ἀντικαταλλάξασθαι καὶ πάντα ποιεῖν καὶ πράττειν πάντα πλῶς κατὰ πᾶν δεσποτείας δίκαιον ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς καὶ ἀκολούθως τὴν βεβαίωσιν ταύτης τῆς πράσεως καὶ καθαροποιήσασθαί σοι καὶ τοῖς σοῖς κληρονόμοις καὶ διαδόχοις καὶ διακατόχοις τοῖς τε κεκληρονομη μένοις ἐκστήσειν καὶ ἀποσοβεῖν πάντα ἄνθρωπον ὡς εἰκὸς ἐπελευσόμενον κατὰ σοῦ περὶ τούτου ἢ τοῦ παντὸς διδόναι τὴν αὐτὴν τιμὴν διπλῆν καὶ τὰ αὐτὰ ἀναλώματα καὶ δαπανήματα διπλᾶ πρὸς ττον ταύτην τὴν πρᾶσιν κυρίαν παντὸς πανταχοῦ προφερομένην καὶ προκομιζομένην ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ τι φυλάξωφυλω πάντα τὰ προγεγραμμένα ἀπαράβατα ἐπωμοσάμην ὑποθέμενόςϋπο- σοι εἰς πᾶσαν βεβαίωσιν ταύτης τς πράσεως εἰς ἔκτισιν καὶ ἀπόδοσιν αἴτησιν τοῦ ὡς εἰκς διπλασίωνος τιμήματος καταβολῆς πάντα μοι τὰ ὄντα καὶ ἐσόμενα πράγματα λόγῳ ἐνεχύρου καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης καὶ πρὸς πάντα τὰ προγεγραμμένα ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωάννηςϊωαννης Γεωργίου ἀπὸ Ἑρμοῦ πόλεως ὁ προγεγραμμένος ἐθέμην τν παροσαν πρᾶσιν καὶ στοιχεῖ μοι πάντα τὰ προγεγραμμένα ὡς πρόκειται. Πέτρος Φοιβάμμωνος ἐλάχιστος διάκονος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ δόσειδόσι τοῦ χρυσίου τῶν νομισμάτων τριῶν εὐστάθμων παρὰ κεράτια τρία τῆς τιμῆς. Καλο ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ παρούσῃ πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου νομισμάτων τριῶν εὐστάθμων παρὰ κεράτια τρὶα τῆς τιμῆς. ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ παρούσῃ πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ καταβολῇ τοῦ χρυσίου τῶν νομισμάτων τριῶν εὐστάθμων παρὰ κεράτια τρία τῆς τιμῆς. Σερῆνος Ἰωάννουϊωανης ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ δόσει τοῦ χρυσίου τῶν νο μισμάτων τριῶν εὐστάθμων παρὰ κεράτια τρία τῆς τιμῆς. Ἰσάκιοςϊσακιος Φοιβάμμωνος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ παρούσῃ πράσει ἀκούσας παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ πράσει τοῦ χρυσίου τῶν νομισματίων τριῶν παρὰ κεράτια τρία τῆς τιμῆς. διʼ ἐμοῦ συμβολαιογράφου ἐγράφη Φαμενὼθ η νδικτιῶνος γ Αὐρήλιος Ἰωάννηςϊωαννης Γεωργίου βραδέως ὑπογράφων ἀπ τῆς Ἑρμουπολιτῶν Αὐρηλίῳ Βίκτορι τῷ ἐμῷ ὁμογνησίῳ ἀδελφῷ ἀπὸ τῆς αὐτῆς πόλεως. πεπλήρωμαι παρὰ σοῦ χρυσοῦ νομισμάτων τριῶν εὐστάθμων παρὰ κεράτια τρία ὑπὲρ τελείας καὶ ἀξίας τιμῆς το αὐτοῦ ὁλοκλήρου ἀριστητηρίου καὶ τοῦ ὁλοκλήρου δώματος σν τῇ κοινωνιμαίᾳ αὐλῇ αι τοὺ τρικλίνουτρικλείνου καὶ τοῦ πυλῶνος καὶ τοῦ παντὸς δικαίου πράσεως καὶ οὐδένα λόγον ἔχω πρὸς σὲ ἢ πρὸς κληρονόμους καὶ διαδόχους καὶ διακατόχους μὴ ἐγὼ μὴ κληρονόμοι μου καὶ διάδοχοι καὶ διακάτοχοι περὶ τοῦ αὐτοῦ ὁλοκλήρου ἀριστητηρίου ἢ περὶ δώματος περὶ πάσης ἀγωγῆς καὶ ἐνοχῆς καὶ ἐπελεύσεως καὶ πρὸς σὴν ἀσφάλειαν ταύτην σοι πεποίημαι
Created ...
... When
... Where

Links / Documents

Object from: Ägyptisches Museum und Papyrussammlung

Die bemerkenswerte Sammlung des Ägyptischen Museums und Papyrussammlung zählt ca. 100.000 Objekte. Sie umfasst Meisterwerke unterschiedlicher ...

Contact the institution

[Last update: ]

Usage and citation

Cite this page
The textual information presented here is free for non-commercial usage if the source is named. (Creative Commons Lizenz 3.0, by-nc-sa) Please name as source not only the internet representation but also the name of the museum.
Rights for the images are shown below the large images (which are accessible by clicking on the smaller images). If nothing different is mentioned there the same regulation as for textual information applies.
Any commercial usage of text or image demands communication with the museum.