museum-digitaldeutschland

Close
Close
Ägyptisches Museum und Papyrussammlung Papyrussammlung [P 13135]

R: Pacht einer Papyruspflanzung / V: Urkunde

http://www.smb-digital.de/eMuseumPlus?service=ImageAsset&module=collection&objectId=1510581&resolution=superImageResolution#5434888 (Ägyptisches Museum und Papyrussammlung, Staatliche Museen zu Berlin CC BY-NC-SA)
Provenance/Rights: Ägyptisches Museum und Papyrussammlung, Staatliche Museen zu Berlin / Fotograf unbekannt (CC BY-NC-SA)

Description

R:
Hierax, Sohn des Tithoes, und Papos, Sohn des Andronikos, pachten von Dionysias, Tochter des Achilles, vertreten durch Eudemos, eine Papyruspflanzung für 3 Jahre. Der jährliche Pachtzins beträgt 5000 Drachmen. Sie verpflichten sich zur Pflege der Pflanzen. Es folgen dann die üblichen Klauseln.
Duplikat: P. 13106

Nach BerlPap: http://berlpap.smb.museum/00593/

V:
Urkunde.

Material/Technique

Papyrus (Material); beidseitig, beschriftet (Technik)

Measurements

Höhe x Breite: 37,7 x 16,3 cm (lt. BerlPap)

Transcript

Original: Ancient Greek

5BC Alexandria
Πρωτάρχωι παρὰ Διονυσίας τῆς Ἀχιλλέως ἀστῆς μετὰ κυρίου Εὐδήμου τοῦ καὶ παρὰ Ἱέρακος τοῦ Τιθοήους καὶ Πάπου τοῦ Ἀνδρονίκου ἀμφοτέρων Περσῶν τῆς ἐπιγονῆς. περὶ ὧν διεστάμεθα συγχωροῦμεν πρὸς ἑαυτοὺςἑατοὺς ἐπὶ τοῖσδε ὥστʼ ἐπεὶ μεμίσθων ται τε Ἱέραξ καὶ Πάπος παρὰ τῆς Διουνσίας εἰς τη τρία ἀπὸ Θῶυθ τοῦ ἐνεστῶτος ἕκτου καὶ εἰκοστοῦ ἔτους Καίσαρος τὸ ὑπάρχον αὐτῇ τε καὶ τῷ ἀφήλικι αὐτῆς υἱῷυἱος Ἀχιλλεῖ Πτολεμαίου περὶ Ἀρσινοίδα τὴν καὶ Εὐρυλόχου ἐν τῶι λεγομένωι Κόλπωι, ὃ προεῖχεν Ἱέραξ ὁ Ἱέρακος ἐπὶ τοῖς οὖσι ὁρίοις, ὃ προσκυρεῖ τῆι λεγομένῃ Βαθείαι καὶ τοῖς ἐπικαλουμένοις Διοικητοῦ καὶ τῶι Πισατ καὶ Ἐμουει καὶ ἐπί τι μέρος Τελκαρωρ ἕλος παπυρικὸν φόρου ἑσταμένου κατʼ ἐνιαυτὸν ἕκαστον ἀνυπολόγου παντὸς πολό γου καὶ ἀνηλώματος ἀργυρίου Πτολεμαικοῦ δραχμῶν πεντακισχιλίων , ἐφʼ ὧι διορ θώσονται ταύτας τῆι Διονυσίᾳ κατʼ ἔτος διδόντες ἀπὸ Θωῦθ ἕως Μεχεὶρ κατὰ μῆνα ἀργυρίου δραχμὰς διακοσίας πεντήκοντα , ἀπὸ δὲ Φαμενὼθ ἕως Μεσορὴ κατὰ μῆνα ἕκαστον ργυρίου δραχμὰς πεντακοσίας ὀγδοήκοντα τρεῖς δύο βολούς, ἐπὶ τούτοις ἀντέχεσθαι αὐτοὺς τῆς μισθώσεως ἐπὶ τὸν χρόνον μὴ ἐξόντος αὐτοῖς διδόναι τοῖς κατεργαζομένοις τὴν μίσθωσιν ργάταις πλεῖον τῶν διδο μένων ἐν τῶι Κόλπωι κατέργων, τελέσουσι δὲ καὶ ἐξαίρετα κατʼ νιαυτὸν ἕκαστον φορτία παπυρικὰ ἑξάγκαλα ἑκατόν , ἐργάζεσθαι δὲ τὰ μεμισθωμένα τὰ μν ἐπιτήδεια σκευουργοῦνταςσευουργοῦντας, τὰ δὲ λοιπὰ τῇ καθηκούσῃ εὐνοίᾳ καὶ μὴ δικολ σειν απαρανθινολογήσειν μηδὲ βαριοτομήσειν μηδʼ ἐπὶ μέρει ἐργάσεσθαι μηδὲ σχοινικὰ πωλεῖν μηδὲ ἑτέροις μεταμισθοῦν μηδὲ κατανε μεῖν ἐν τῶι ἕλει κτήνη μήτε ἴδια μητʼ ἀλλότρια, ἃ δʼ ἐν καταλαμβάνωσιν ἐκστήσειν τοῖς ἰδίοις αὐτῶν δαπανήμασι ἐπιβαλεῖν βαλεῖν δὲ τὸ ἕλος ἐν τοῖς καθή κουσι καιροῖς, ἔτι δὲ καὶ τοὺς καθʼ ἑαυτοὺς ποταμοὺς καὶ τὰς πλαγίους διώρυγας παραθά ψειν καὶ ὀρύξειν καὶ μεταβαλεῖν καὶ παρέξεσθαι πλωτὰς οἵας καὶ παρείληφαν τοῖς ἰδίοις ἀνηλώμασιν, ἐὰν δὲ συμβῇ αὐτοῖς πρ ἔφοδον γενέσθαι ἢ κατακλυσμὸν ἢ ξυλείας ἐκκοπὴν ἢ κατὰ πόλεως αἴτιον ἢ ἐκ δημοσίου φόρων αφς ἢ ἐποχὴν ἢ πρὸς ἢ ἀπὸ θεοῦ γένηταί τι περὶ τὴν μίσθωσιν αἴτιον, οὐδὲν τούτων ἔσται πρὸς τὴν Διονυσίαν καὶ μὴ ἐξεῖναι τοῖς μεμισθωμένοις ἐγλιπεῖν τὴν μίσθωσιν ἐντὸς τοῦ χρόνου, ἐὰν δέ τι τούτων παραβαίνωσιν, εἶναι αὐτοὺς παραχρῆμα ἀγωγίμους καὶ συνέχεσθαι μέχρι τοῦ καὶ ἐκτελέσαι καὶ ἐκτεῖσαι τῇ Διονυσίᾳ, ὰν ἐνο φειλήσωσι πρὸς τοὺς φόρους σὺν ἡμιολίᾳ καὶ ἑκάστου φορτίου οὗ ἐὰν μὴ ἀπο δῶσιν τὴν ἐπὶ τοῦ καιροῦ τιμὴν καὶ ἄλλας ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ ἐξεῖναι τῆι Διονυσίᾳ παρασυγγραφοῦντας αὐτὰςαὐτωνγβάλλειν ντὸς τοῦ χρόνου καὶ ἑτέροις μεταμισθοῦν καὶ πράσσειν τ ἐσόμενον ἀφεύρεμα παρὰ τὴν ἀναμίσθωσιν τῆς πράξεως γινομένης τῆι Διονυσίᾳ ἐκ τῶν μεμισθωμένων καὶ ἐξ ἑνὸς καὶ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκἐγ δίκης ἀκύρων οὐσῶν ὧν ἐὰν ἐπενέγκωσι πίστεων πασῶν καὶ σκέπης πάσης, ἐπιτελούντων δʼ αὐτῶν κατὰ τὰ προγεγραμμένα καὶ τὴν Διονυσίαν παρέξεσθαι αὐτοῖς τὴν μίσθωσιν ἀπερίλυτον ἐπὶ τὸν χρόνον καὶ ἐάσειν αὐτοὺς τὰ ἐξ αὐτῆς ἀποφέρεσθαι εἰς τὸ ἴδιον μηδʼ ἐγβάλλειν αὐτοὺς ἐντὸς τοῦ χρόνου μηδὲ πλεῖον μηδὲν πρᾶξαι ἢ καὶ αὐτὴν ἐκτίνειν τά τε βλάβη καὶ δαπανήματα καὶ τὸ ἴσον ἐπίτιμον καθάπερ ἐκἐγ δίκης χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα, τὰ δὲ ἑκατὸν φορτία παραδώσουσιν οἱ μεμισθωμένοι ἐπὶ το Ανολμεθιου ὅρμου. ξιοῦμεν.
Created ...
... When
... Where More about the place
Found ...
... Who: Zur Personenseite: Otto Rubensohn (1867-1964)

Links / Documents

Keywords

Zeitleiste Objekte zum Tag auf Karte

Ägyptisches Museum und Papyrussammlung

Object from: Ägyptisches Museum und Papyrussammlung

Die bemerkenswerte Sammlung des Ägyptischen Museums und Papyrussammlung zählt ca. 100.000 Objekte. Sie umfasst Meisterwerke unterschiedlicher ...

Contact the institution

[Last update: ]

Usage and citation

Cite this page
The textual information presented here is free for non-commercial usage if the source is named. (Creative Commons Lizenz 3.0, by-nc-sa) Please name as source not only the internet representation but also the name of the museum.
Rights for the images are shown below the large images (which are accessible by clicking on the smaller images). If nothing different is mentioned there the same regulation as for textual information applies.
Any commercial usage of text or image demands communication with the museum.